Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.1 Dem. 40.6 (English) >>Dem. 40.9

40.5ὥστʼ ἐμοὶ μὲν δικαίως ἂν ἀδικουμένῳ διὰ πολλὰ βοηθήσαιτε, τούτοις δὲ εἰκότως ἂν ὀργίζοισθε· οἵτινες, γῆ καὶ θεοί, ἐξὸν αὐτοῖς τὰ δίκαια ποιήσασι μὴ εἰσιέναι εἰς δικαστήριον, οὐκ αἰσχύνονται μὲν ἀναμιμνῄσκοντες ὑμᾶς εἴ τι πατὴρ ἡμῶν μὴ ὀρθῶς διεπράξατο οὗτοι εἰς ἐκεῖνον ἥμαρτον, ἀναγκάζουσι δʼ ἐμὲ δικάζεσθαι αὑτοῖς. ἵνα δὲ ἀκριβῶς εἰδῆτε, ὡς οὐκ ἐγὼ τούτου αἴτιός εἰμι ἀλλʼ οὗτοι, ἐξ ἀρχῆς ὑμῖν, ὡς ἂν ἐν βραχυτάτοις δύνωμαι, διηγήσομαι τὰ πραχθέντα.

40.6 γὰρ μήτηρ ἐμή, ἄνδρες δικασταί, θυγάτηρ μὲν ἦν Πολυαράτου Χολαργέως, ἀδελφὴ δὲ Μενεξένου καὶ Βαθύλλου καὶ Περιάνδρου. ἐκδόντος δὲ αὐτὴν τοῦ πατρὸς Κλεομέδοντι τῷ Κλέωνος υἱεῖ, καὶ προῖκα τάλαντον ἐπιδόντος, τὸ μὲν πρῶτον τούτῳ συνῴκει· γενομένων δʼ αὐτῇ τριῶν μὲν θυγατέρων, υἱοῦ δʼ ἑνὸς Κλέωνος, καὶ μετὰ ταῦτα τοῦ ἀνδρὸς αὐτῇ τελευτήσαντος, ἀπολιποῦσα τὸν οἶκον καὶ κομισαμένη τὴν προῖκα, 40.7πάλιν ἐκδόντων αὐτὴν τῶν ἀδελφῶν Μενεξένου καὶ Βαθύλλου ( γὰρ Περίανδρος ἔτι παῖς ἦν) καὶ τὸ τάλαντον ἐπιδόντων, συνῴκησε τῷ ἐμῷ πατρί. καὶ γίγνομαι αὐτοῖς ἐγώ τε καὶ ἄλλος ἀδελφὸς νεώτερος ἐμοῦ, ὃς ἔτι παῖς ὢν ἐτελεύτησεν. ὡς δʼ ἀληθῆ λέγω, περὶ τούτων ὑμῖν πρῶτον τοὺς μάρτυρας παρέξομαι.Μάρτυρες



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.1 Dem. 40.6 (English) >>Dem. 40.9

Powered by PhiloLogic